Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.299 Joseph. AJ 15.304 (English) >>Joseph. AJ 15.309

15.302φθαρέντων γε μὴν τῶν ἐπʼ ἔτος καρπῶν καὶ τῶν ὅσοι πρότερον ἀπέκειντο δεδαπανημένων, οὐδὲν εἰς ἐλπίδα χρηστὴν ὑπελείπετο μᾶλλον κατὰ προσδοκίαν ἐπιτείνοντος τοῦ κακοῦ καὶ οὐδὲ κατʼ ἐκεῖνον τὸν ἐνιαυτὸν μόνον, ὥστʼ αὐτοῖς εἶναι μὲν οὐδὲν ὑπόλοιπον, ἀπολωλέναι δὲ καὶ τῶν περιόντων τὰ σπέρματα μηδὲ τὸ δεύτερον ἀνείσης τῆς γῆς. 15.303 τε ἀνάγκη πολλὰ διὰ τὰς χρείας ἐκαινούργει. καὶ τὰς ἀπορίας οὐκ ἐλάττους εἶναι συνέβαινεν αὐτῷ τῷ βασιλεῖ, τῶν τε φόρων, οὓς ἐλάμβανεν ἀπὸ τῆς γῆς, ἀφῃρημένῳ καὶ τὰ χρήματα δεδαπανηκότι πρὸς φιλοτιμίαν ὧν τὰς πόλεις ἐπεσκεύαζεν. 15.304ἦν δὲ οὐδὲν τι καὶ βοηθείας ἄξιον ἐδόκει προκατειληφότος τοῦ κακοῦ καὶ μῖσος εἰς αὐτὸν ἐκ τῶν ἀρχομένων· τὸ γὰρ οὐκ εὖ πράττειν φιλαίτιον αἰεὶ κατὰ τῶν προεστηκότων. 15.305

Ἐν τοιούτοις διενοεῖτο βοηθεῖν τῷ καιρῷ· χαλεπὸν δʼ ἦν οὔτε τῶν πλησίον ἐχόντων ἀποδόσθαι σιτία τῷ μηδʼ αὐτοὺς ἐλάττω πεπονθέναι, χρημάτων τε οὐκ ὄντων, εἰ καὶ δυνατὸν ὀλίγων ἐπὶ πολλοῖς εὐπορηθῆναι. 15.306καλῶς μέντοι νομίζων ἔχειν πάντως εἰς τὴν βοήθειαν μὴ ἀμελεῖν, τὸν ὄντα κόσμον ἐν τοῖς βασιλείοις αὐτοῦ συνέκοψεν ἀργύρου καὶ χρυσοῦ, μήτε τῆς ἐν ταῖς κατασκευαῖς ἐπιμελείας μήτʼ εἴ τι τέχνῃ τίμιον ἦν τούτου φεισάμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.299 Joseph. AJ 15.304 (English) >>Joseph. AJ 15.309

Powered by PhiloLogic